I B 58

HIERONYM. fr. 44 Wehrli [ = ATHEN. XIII 555 D-556 B]:
ἐκ τούτων οὖν τις ὁρμώμενος μέμψαιτ' ἂν τοὺς περιτιθέντας Σωκράτει δύο γαμετὰς γυναῖκας, Ξανθίππην καὶ τὴν Ἀριστείδου Μυρτώ, οὐ τοῦ δικαίου καλουμένου (οἱ χρόνοι γὰρ οὐ συγχωροῦσιν) ἀλλὰ τοῦ τρίτου ἀπ' ἐκείνου. εἰσὶ δὲ Καλλισθένης, Δημήτριος ὁ Φαληρεύς [cf. I B 52], Σάτυρος ὁ περιπατητικός [cf. fr. 15 F.H.G. III p. 163], Ἀριστόξενος [cf. I B 48] οἷς τὸ ἐνδόσιμον Ἀριστοτέλης ἔδωκεν ἱστορῶν τοῦτο ἐν τῷ Περὶ εὐγενείας [cf. I B 12]˙ εἰ μη ἄρα συγκεχωρημένον κατὰ ψήφισμα τοῦτο ἐγένετο τότε διὰ σπάνιν ἀνθρώπων, ὥστ' ἐξεῖναι καὶ δύο ἔχειν γυναῖκας τὸν βουλόμενον, ὅθεν καὶ τοὺς τῆς κωμῳδίας ποιητὰς ἀποσιωπῆσαι τοῦτο, πολλάκις τοῦ Σωκράτους μνημονεύοντας. παρέθετο δὲ περὶ τῶν γυναικῶν ψήφισμα Ἱερώνυμος ὁ Ῥόδιος, ὅπερ σοι διαπέμψομαι εὐπορήσας τοῦ βιβλίου. ἀντεῖπε δὲ τοῖς λέγουσι περὶ τῶν Σωκράτους γυναικῶν Παναίτιος ὁ Ῥόδιος [fr. 133 van Straaten].