I B 48

ARISTOX. fr. 57 Wehrli [ = ATHEN. XIII 555 D]:
ἐκ τούτων οὖν τις ὁρμώμενος μέμψαιτ' ἂν τοὺς περιτιθέντας Σωκράτει δύο γαμετὰς γυναῖκας, Ξανθίππην καὶ τὴν Ἀριστείδου Μυρτώ, οὐ τοῦ δικαίου καλουμένου, οἱ χρόνοι γὰρ οὐ συγχωροῦσιν, ἀλλὰ τοῦ τρίτου ἀπ' ἐκείνου. εἰσὶ δὲ Καλλισθένης, Δημήτριος ὁ Φαληρεύς, Σάτυρος ὁ Περιπατητικός, Ἀριστόξενος, οἷς τὸ ἐνδόσιμον Ἀριστοτέλης ἔδωκεν ἱστορῶν τοῦτο ἐν τῷ Περὶ εὐγενείας [vide, supra, I B 7].