I B 41

I B 41 ARISTOX. fr. 51 Wehrli [ = CYRILL. contr. Iulian. VI 208 A-C]:
[1]γράφει δὲ οὕτω περὶ αὐτοῦ [scil. Σωκράτους] Πορφύριος ἐν τῷ τρίτῳ φιλοσόφων ἱστορίας [fr. XI p. 10 Nauck.....] δημιουργὸν γὰρ γενέσθαι τὸν Σωκράτην, πατρῴᾳ τέχνῃ χρώμενον τῇ λατυπικῇ. καὶ Τίμαιος ἐν τῇ ἐνάτῃ [fr. 100 F.H.G. I p. 218 = 566 F 15 F. Gr. Hist. III B p. 599] λιθουργεῖν φησι μεμαθηκέναι Σωκράτην. εἰ δὲ ὁ μὲν 〈 Ἀριστόξενος〉 διὰ δυσμένειαν μὴ ἀξιόπιστος, Τίμαιος δὲ διὰ ἡλικίαν, νεώτερος γὰρ ὁ Τίμαιος, Μενεδήμῳ τῷ Πυρραίῳ χρηστέον, Πλάτωνος μὲν γεγονότι μαθητῇ, πρεσβυτέρῳ δὲ γεγονότι Ἀριστοξένου, λέγοντι ἐν τῷ Φιλοκράτους, ὅτι οὐκ ἐπαύετο Σωκράτης οὔτε ὑπὲρ τοῦ πατρὸς ὡς λιθουργοῦ λαλῶν, οὔτε ὑπὲρ τῆς μητρὸς ὡς [11] μαίας. eadem ap. THEODORET. graec. aff. cur. I 8,11.
SOCRAT. HIST. eccl. II 23, 13-26:
Πορφύριος μὲν γὰρ τοῦ κορυφαιοτάτου τῶν φιλοσόφων Σωκράτους τὸν βίον διέσυρεν ἐν τῇ γεγραμμένῃ αὐτῷ φιλοσόφῳ Ἱστορίᾳ [cf. Nauck p. 8]. καὶ τοιαῦτα περὶ αὐτοῦ γράψας κατέλειπεν, οἷα ἂν μήτε Μέλιτος, μήτε Ἄνυτος, οἱ γραψάμενοι Σωκράτην, εἰπεῖν ἐπεχείρησαν. Σωκράτους, φημὶ, τοῦ παρ' Ἕλλησι θαυμαζομένου ἐπί τε σωφροσύνῃ καὶ δικαιοσύνῃ καὶ ταῖς ἄλλαις ἀρεταῖς. ὃν Πλάτων ὁ θαυμαστὸς παρ' αὐτοῖς φιλόσοφος, καὶ Ξενοφῶν, καὶ ὁ ἄλλος τῶν φιλοσόφων θίασος, οὐ μόνον ὡς θεοφιλῆ τιμῶσιν, ἀλλὰ δὴ καὶ ὑπὲρ ἄνθρωπον φρονεῖν νενομίκασιν. cf. NICEPH. CALL. hist. eccl. 10,36.