II O 32

II O 32 TELES pp. 59, 6-60, 7 Hense2 [ = STOB. IV 44,83: Τέλητος περὶ ἀπαθείας]:
πῶς δὲ οὐκ ἀλόγιστον καὶ ἄλλως μάταιον τὸ τελευτήσαντος τοῦ φίλου καθῆσθαι κλαίοντα καὶ λυπούμενον καὶ ἑαυτὸν προσκαταφθείροντα; δέον, ἵνα καί τι μᾶλλον φιλόσοφος δόξῃ παρὰ τοῖς ἀποπλήκτοις, πρὸ τοῦ τελευτῆσαι τὸν φίλον ὀδυνᾶσθαι 〈καὶ〉 κλαίειν, ἐνθυμούμενον ὅτι αὐτῷ ὁ φίλος θνητὸς ἐγένετο καὶ ἄνθρωπος. οὐ γὰρ ὀρθῶς φησὶ βουλευομένου ὁ Στίλπων τὸ διὰ τοὺς ἀπογενομένους τῶν ζώντων ὀλιγωρεῖν˙ γεωργὸς οὐ ποιεῖ τοῦτο, οὐδ' ἐὰν τῶν δένδρων ξηρόν τι γένηται, καὶ τὰ ἄλλα προσεκκόπτει, ἀλλὰ τῶν λοιπῶν ἐπιμελόμενος πειρᾶται τὴν τοῦ ἐκλελοιπότος χρείαν ἀναπληροῦν. οὐδ' ἡμεῖς ἐπὶ τῶν ἡμετέρων μερῶν˙ γελοῖον γὰρ ἔσται εἰ ἐὰν τὸν ἕτερόν τις ὀφθαλμὸν ἀποβάλῃ, δεήσει καὶ τὸν ἕτερον προσεκκόψαι, κἂν ὁ εἷς ποὺς κυλλός, καὶ τὸν ἕτερον ἀνάπηρον ποιεῖν, κἂν ἕνα ὀδόντα, καὶ τοὺς ἄλλους προσεκλέξαι˙ ἀλλ' ἐπὶ μὲν τούτων εἴ τις οὕτως οἴοιτο, μαργίτης˙ τοῦ δὲ υἱοῦ τελευτήσαντος ἢ τῆς γυναικός, 〈εἰκὸς〉 αὑτοῦ τε ὀλιγωρεῖν ζῶντος καὶ τὰ ὑπάρχοντα προσκαταφθείρειν;