II O 31

II O 31 TELES pp. 21, 2-23, 4 Hense2 [ = STOB. III 40, 8: Τέλητος περὶ φυγῆς]:
[2] μήποτε πρὸς μὲν τὸν οἰόμενον ἀλογιστοτέρους τὴν φυγὴν ποιεῖν ὀρθῶς ἂν παραβάλλοιτο τὰ ἐπὶ τῶν τεχνῶν, ὅτι ὃν τρόπον οὐδὲ αὐλεῖν οὐδὲ ὑποκρίνεσθαι χεῖρον ἔστιν ἐπὶ ξένης ὄντα, οὕτως οὐδὲ [5] βουλεύεσθαι˙ πρὸς δὲ τὸν κατ' ἄλλο τι ἡγούμενον τὴν φυγὴν βλαβερὸν εἶναι, μὴ οὐδὲν λέγηται παρὰ τὸ τοῦ Στίλπωνος, ὃ καὶ πρῴην εἶπον˙ τί λέγεις, φησί, καὶ τίνων ἡ φυγὴ 〈ἢ〉 ποίων ἀγαθῶν στερίσκει; τῶν περὶ 〈τὴν〉 ψυχήν, ἢ τῶν περὶ τὸ σῶμα, ἢ τῶν ἐκτός; εὐλογιστίας, ὀρθοπραγίας, εὐπραγίας ἡ φυγὴ στερίσκει; οὐ δή. ἀλλὰ μὴ ἀνδρείας ἢ δικαιοσύνης ἢ ἄλλης τινὸς ἀρετῆς; οὐδὲ τοῦτο. ἀλλὰ μὴ τῶν περὶ τὸ σῶμά τινος ἀγαθῶν; ἢ οὐχ ὁμοίως ἔστιν ἐπὶ ξένης ὄντα ὑγιαίνειν καὶ ἰσχύειν καὶ ὀξὺ ὁρᾶν καὶ ὀξὺ ἀκούειν, ἐνίοτε δὲ μᾶλλον 〈ἢ〉 ἐν τῇ ἰδίᾳ μένοντα; καὶ μάλα. ἀλλὰ μὴ τῶν ἐκτὸς στερίσκει ἡ φυγή; ἢ οὐ πολλοῖς ὤφθη τὰ πράγματα κατὰ τὴν τῶν τοιούτων ὕπαρξιν ἐπιφανέστερα γεγονότα φυγάδων γενομένων; ἢ οὐ Φοῖνιξ ἐκ Δολοπίας ἐκπεσὼν ὑπὸ Ἀμύντορος εἰς Θετταλίαν φεύγει;
[17] Πηλέα δ' ἐξικόμην
καί μ' ἀφνειὸν ἔθηκε, πολὺν δέ μοι ὤπασε λαόν.
Θεμιστοκλῆς ἐκεῖνος "ὦ παῖ," φησίν, "ἀπωλόμεθ' ἂν εἰ μὴ ἀπωλόμεθα." νῦν δὲ πολλὴ τῶν τοιούτων ἀφθονία. ποίων οὖν ἀγαθῶν ἡ φυγὴ στερίσκει, ἢ τίνος κακοῦ παραιτία ἐστίν; ἐγὼ μὲν γὰρ οὐχ ὁρῶ. ἀλλ' ἡμεῖς πολλαχοῦ αὑτοὺς κατορύττομεν καὶ φυγάδες γενόμενοι καὶ ἐν [23] τῇ ἰδίᾳ μένοντες. cf. MUSON. 9 p. 50, 6-12.