II O 29

II O 29 PLUTARCH. adv. Colot. 22-23 pp. 1119 C-1120 B:
μετὰ δὲ Σωκράτην καὶ Πλάτωνα προσμάχεται [scil. Colotes] Στίλπωνι˙ καὶ τὰ μὲν ἀληθινὰ δόγματα καὶ τοὺς λόγους τοῦ ἀνδρός, οἷς ἑαυτόν τε κατεκόσμει καὶ πατρίδα καὶ φίλους καὶ τῶν βασιλέων τοὺς περὶ αὐτὸν σπουδάσαντας, οὐ γέγραφεν, οὐδ' ὅσον ἦν φρόνημα τῇ ψυχῇ μετὰ πραότητος καὶ μετριοπαθείας, ὧν δὲ παίζων καὶ χρώμενος γέλωτι πρὸς τοὺς σοφιστὰς λογαρίων προύβαλλεν αὐτοῖς, ἑνὸς μνησθεὶς καὶ πρὸς τοῦτο μηδὲν εἰπὼν μηδὲ λύσας τὴν πιθανότητα τραγῳδίαν ἐπάγει τῷ Στίλπωνι καὶ τὸν βίον (D) ἀναιρεῖσθαί φησιν ὑπ' αὐτοῦ λέγοντος ἕτερον ἑτέρου μὴ κατηγορεῖσθαι. "πῶς γὰρ βιωσόμεθα μὴ λέγοντες ἄνθρωπον ἀγαθὸν μηδ' ἄνθρωπον στρατηγὸν ἀλλ' ἄνθρωπον ἄνθρωπον καὶ χωρὶς ἀγαθὸν ἀγαθὸν καὶ στρατηγὸν στρατηγόν, μηδ' ἱππεῖς μυρίους μηδὲ πόλιν ἐχυράν, ἀλλ' ἱππεῖς ἱππεῖς, καὶ μυρίους μυρίους, καὶ τὰ ἄλλα [14] ὁμοίως;" [. . . . . . . .] 23 p. 1120 A: οὐ μὴν ἀλλὰ τὸ ἐπὶ τοῦ Στίλπωνος τοιοῦτόν ἐστιν˙ εἰ περὶ ἵππου τὸ τρέχειν κατηγοροῦμεν, οὔ φησι ταὐτὸν εἶναι τῷ περὶ οὗ κατηγορεῖται τὸ κατηγορούμενον ἀλλ' ἕτερον˙ 〈οὐδ' εἰ περὶ ἀνθρώπου τὸ ἀγαθὸν εἶναι, ἀλλ' ἕτερον〉 μὲν ἀνθρώπῳ τοῦ τί ἦν εἶναι τὸν λόγον, ἕτερον δὲ τῷ ἀγαθῷ˙ καὶ πάλιν τὸ ἵππον εἶναι τοῦ τρέχοντα εἶναι διαφέρειν˙ ἑκατέρου γὰρ ἀπαιτούμενοι τὸν λόγον οὐ τὸν αὐτὸν ἀποδίδομεν ὑπὲρ ἀμφοῖν. ὅθεν ἁμαρτάνειν τοὺς ἕτερον ἑτέρου κατηγοροῦντας [. . . .] εἰ μὲν γὰρ ταὐτόν ἐστι τῷ ἀνθρώπῳ τὸ ἀγαθὸν καὶ τῷ ἵππῳ τὸ τρέχειν, πῶς καὶ (β) σιτίου καὶ φαρμάκου τὸ ἀγαθὸν καὶ νὴ Δία πάλιν λέοντος καὶ κυνὸς τὸ τρέχειν κατηγοροῦμεν; 〈εἰ〉 δ' ἕτερον, οὐκ ὀρθῶς ἄνθρωπον ἀγαθὸν καὶ ἵππον τρέχειν λέγομεν.