II O 28

II O 28 PLUTARCH. de stoic. rep. 10 p. 1036 C-1037 A:
ὥστ' αὐτὸν ἑαυτῷ μάχεσθαι [scil. Chrysippum] (D) κελεύοντα μὲν ἀεὶ τὰ ἐναντία μὴ μετὰ συνηγορίας ἀλλὰ μετ' ἐνδείξεως τοῦ ὅτι ψευδῆ ἐστι παρατίθεσθαι, τῶν δ' αὑτοῦ δογμάτων κατήγορον ὄντα δεινότερον ἢ συνήγορον, καὶ φυλάττεσθαι μὲν ἑτέροις παραινοῦντα τοὺς εἰς τὰ ἐναντία λόγους ὡς περισπῶντας τὴν κατάληψιν, αὐτὸν δὲ τῶν βεβαιούντων τὴν κατάληψιν λόγων φιλοτιμότερον συντιθέντα τοὺς ἀναιροῦντας. καίτοι αὐτὸς ὅτι τοῦτ' αὐτὸ φοβεῖται, σαφῶς ὑποδείκνυσιν ἐν τῷ τετάρτῳ περὶ Βίων, ταῦτα γράψων˙ "οὐχ ὡς ἔτυχε δ' οὐδὲ τοὺς ἐναντίους ὑποδεικτέον λόγους οὐδὲ 〈τὰ〉 πρὸς τὰ ἐναντία (E) πιθανὰ ἀλλ' εὐλαβουμένους μὴ καὶ περισπασθέντες ὑπ' αὐτῶν τὰς καταλήψεις ἀφῶσιν, οὔτε τῶν λύσεων ἱκανῶς ἂν ἀκοῦσαι δυνάμενοι καταλαμβάνοντές τ' εὐαποσείστως˙ ἐπεὶ καὶ οἱ κατὰ τὴν συνήθειαν καταλαμβάνοντες καὶ τὰ αἰσθητὰ καὶ τὰ ἄλλα ἐκ τῶν αἰσθήσεων ῥᾳδίως προΐενται ταῦτα, καὶ ὑπὸ τῶν Μεγαρικῶν ἐρωτημάτων περισπώμενοι καὶ ὑπ' ἄλλων πλειόνων καὶ δυναμικωτέρων ἐρωτημάτων." ἡδέως ἂν οὖν πυθοίμην τῶν Στωικῶν, εἰ τὰ Μεγαρικὰ ἐρωτήματα δυναμικώτερα νομίζουσιν εἶναι τῶν ὑπὸ Χρυσίππου κατὰ τῆς συνηθείας ἐν ἓξ βιβλίοις γεγραμμένων˙ (F) ἢ τοῦτο παρ' αὐτοῦ Χρυσίππου δεῖ πυνθάνεσθαι; σκόπει γὰρ οἷα περὶ τοῦ Μεγαρικοῦ λόγου γέγραφεν ἐν τῷ περὶ Λόγου Χρήσεως οὕτως˙ "οἷόν τι συμβέβηκε καὶ ἐπὶ τοῦ Στίλπωνος λόγου καὶ Μενεδήμου˙ σφόδρα γὰρ ἐπὶ σοφίᾳ γενομένων αὐτῶν ἐνδόξων, νῦν εἰς ὄνειδος αὐτῶν ὁ λόγος περιτέτραπται, ὡς τῶν μὲν παχυτέρων τῶν δ' ἐκφανῶς σοφιζομένων." εἶτα (1037 A) τούτους μέν, ὦ βέλτιστε, τοὺς λόγους, ὧν καταγελᾷς καὶ καλεῖς ὀνείδη τῶν ἐρωτώντων ὡς ἐμφανῆ τὴν κακίαν ἔχοντας, ὅμως δέδιας μή τινας περισπάσωσιν ἀπὸ τῆς καταλήψεως˙ αὐτὸς δὲ τοσαῦτα βιβλία γράφων κατὰ τῆς συνηθείας, οἷς, ὅ τι ἀνεῦρες, προσέθηκας ὑπερβαλέσθαι φιλοτιμούμενος τὸν Ἀρκεσίλαον, οὐδένα τῶν ἐντυγχανόντων ἐπιταράξειν προσεδόκησας; οὐδὲ γὰρ ψιλοῖς χρῆται τοῖς κατὰ τῆς συνηθείας ἐπιχειρήμασιν, ἀλλ' ὥσπερ ἐν δίκῃ μετὰ βάθους τινὸς συνεπιπάσχων μωρολογεῖν τε πολλάκις λέγει καὶ κενοκοπεῖν. [cf. Chrysippi frr. 109, 270 et 271, S.V.F. II 33-34 et 89-90].