II O 27

II O 27 DIOG. LAERT. II 119:
δεινὸς δ' ἄγαν ὢν ἐν τοῖς ἐριστικοῖς ἀνῄρει [scil. Stilpon] καὶ εἴδη˙ καὶ ἔλεγε τὸν λέγοντα ἄνθρωπον εἶναι μηδένα˙ οὔτε γὰρ τόνδε λέγειν οὔτε τόνδε. τί γὰρ μᾶλλον τόνδε ἢ τόνδε; οὐδ' ἄρα τόνδε. καὶ πάλιν˙ τὸ λάχανον οὐκ ἔστι τὸ δεικνύμενον˙ λάχανον μὲν γὰρ ἦν πρὸ μυρίων ἐτῶν˙ οὐκ ἄρα ἐστὶ τοῦτο λάχανον.