I B 26

ARISTOT. metaph. Μ 4. 1078 b 17-32:
Σωκράτους δὲ περὶ τὰς ἠθικὰς ἀρετὰς πραγματευομένου καὶ περὶ τούτων ὁρίζεσθαι καθόλου ζητοῦντος πρώτου (τῶν μὲν γὰρ φυσικῶν ἐπὶ μικρὸν Δημόκριτος ἥψατο μόνον καὶ ὡρίσατό πως τὸ θερμὸν καὶ τὸ ψυχρόν˙ οἱ δὲ Πυθαγόρειοι πρότερον περί τινων ὀλίγων, ὧν τοὺς λόγους εἰς τοὺς ἀριθμοὺς ἀνῆπτον, οἷον τί ἐστι καιρὸς ἢ τὸ δίκαιον ἢ γάμος˙ ἐκεῖνος δ' εὐλόγως ἐζήτει τὸ τί ἐστιν˙ συλλογίζεσθαι γὰρ ἐζήτει, ἀρχὴ δὲ τῶν συλλογισμῶν τὸ τί ἐστιν˙ διαλεκτικὴ γὰρ ἰσχὺς οὔπω τότ' ἦν ὥστε δύνασθαι καὶ χωρὶς τοῦ τί ἐστι τἀναντία ἐπισκοπεῖν, καὶ τῶν ἐναντίων εἰ ἡ αὐτὴ ἐπιστήμη˙ δύο γάρ ἐστιν ἅ τις ἂν ἀποδῴη Σωκράτει δικαίως, τούς τ' ἐπακτικοὺς λόγους καὶ τὸ ὁρίζεσθαι καθόλου˙ ταῦτα γάρ ἐστιν ἄμφω περὶ ἀρχὴν ἐπιστήμης)˙ - ἀλλ' ὁ μὲν Σωκράτης τὰ καθόλου οὐ χωριστὰ ἐποίει οὐδὲ τοὺς ὁρισμούς˙ οἱ δ' ἐχώρισαν, καὶ τὰ τοιαῦτα τῶν ὄντων ἰδέας προσηγόρευσαν.
ALEX. in Aristot. metaph. p. 740, 29-741, 24:
ἀλλ' οὗτοι μὲν τὰς ἰδέας διὰ ταύτην εἶναι τὴν αἰτίαν λέγουσιν, ὁ δὲ Σωκράτης ἰδέας μὲν εἶναι οὐκ ἔλεγε, περὶ μόνας δὲ τὰς ἠθικὰς ἀρετὰς διατρίβει. καὶ οὗτος πρῶτος ἐζήτησεν ὁρισμοὺς λαμβάνειν τῶν καθόλου, οἷον τῆς καθόλου σωφροσύνης, τῆς καθόλου δικαιοσύνης καὶ τῶν ἄλλων ἁπασῶν. εἰπὼν δὲ ὅτι πρῶτος ὁ Σωκράτης ὁρισμοὺς τῶν καθόλου λαμβάνειν ἐζήτησεν, ἐπειδὴ πρὸ τοῦ Σωκράτους Δημόκριτος καὶ πρὸ τοῦ Δημοκρίτου οἱ Πυθαγόρειοι, ὁ μὲν τὸ θερμὸν καὶ τὸ ψυχρόν, οἱ δὲ Πυθαγόρειοι τὸν καιρὸν καὶ τὸ δίκαιον καὶ τὸν γάμον ὡρίζοντο καὶ τὰ τοιαῦτα, ἐπήγαγε τῶν μὲν φυσικῶν ἐπὶ μικρὸν Δημόκριτος ἥψατο μόνον, δυνάμει λέγων ὅτι ὁ μὲν Σωκράτης τὰς ἀρετὰς ὁρίζεσθαι ἐζήτει τῶν φυσικῶν μηδένα λόγον ποιούμενος, Δημόκριτος δὲ ἥψατο μὲν τῶν φυσικῶν, ἀλλ' ὡρίσατο τὸ θερμὸν καὶ τὸ ψυχρόν πως, τουτέστι μαλακῶς καὶ ὡς ἔτυχε. καὶ πρὸ τούτου, ὡς εἴρηται, οἱ Πυθαγόρειοί τινων ὀλίγων ὁρισμοὺς ἀπέδωκαν, οὓς ὁρισμοὺς εἰς τοὺς ἀριθμοὺς ἀνῆγον˙ δικαιοσύνη γάρ, φασίν, ἐστὶν ἀριθμὸς ὁ διαιρῶν τὴν δεκάδα δίχα. καὶ τὰ λοιπὰ ὁμοίως. ἀλλ' οὗτοι μὲν οὕτως˙ ὁ δὲ Σωκράτης φησίν, εὐλόγως ἐζήτει τὸ τί ἐστι καὶ τοὺς ὁρισμούς. ἐπειδὴ γὰρ ὁ ὁρισμὸς ἀρχὴ συλλογισμοῦ καὶ ἀποδείξεώς ἐστιν, ὡς ἐν τῇ Ἀποδεικτικῇ δείκνυται, ὁ δὲ Σωκράτης συλλογίζεσθαι ἐζήτει, εἰκότως τὸ τί ἐστι καὶ τοὺς ὁρισμοὺς ἐζήτει. ἐπειδὴ δὲ καί εἰσι συλλογισμοὶ χωρὶς ὁρισμοῦ (οἱ γὰρ διαλεκτικοὶ ἅπαντες τοιοῦτοι, τῶν δ' ἀποδεικτικῶς δεικνύντων ἐστὶ τὸ ὁρισμοὺς λαμβάνειν, ὡς οἱ γεωμέτραι καὶ οἱ λοιποί), ἐπήγαγεν ὅτι διαλεκτικὴ ἰσχὺς οὔπω τότ' ἦν, ὥστε δύνασθαι καὶ χωρὶς τοῦ τί ἐστι καὶ τοῦ ὁρισμοῦ τἀναντία περὶ τὸ αὐτὸ συλλογίζεσθαι. οἷον ὅτι ἡ ἡδονὴ ἀγαθόν ἐστι καὶ πάλιν ὅτι ἡ ἡδονὴ κακόν ἐστι, καὶ ὅτι τῶν ἐναντίων ἡ αὐτὴ ἐπιστήμη. διὰ δὴ τὸ μὴ εἶναι ἰσχὺν διαλεκτικῆς ἐζήτει πάντων ὁρισμοὺς λαμβάνειν. ὥστε, φησί, δύο ἄν τις ἀποδώσοι καὶ ἀναθήσοι τῷ Σωκράτει δικαίως, τούς τε ἐπακτικοὺς λόγους καὶ τὸ ὁρίζεσθαι τὰ καθόλου˙ ἀρχὴ γὰρ συλλογισμοῦ καὶ ἡ ἐπαγωγὴ καὶ ὁ ὁρισμός. ἀλλ' ὁ μὲν Σωκράτης τὰ καθόλου, ὧν καὶ τοὺς ὁρισμοὺς ἐζήτει, οὐ χωριστὰ ἐποίει τῶν αἰσθητῶν. οὐδὲ τοὺς ὁρισμοὺς χωριστῶν φύσεων εἶναι ἔλεγεν. οἱ δὲ περὶ Πλάτωνα ἐχώρισαν καὶ τὰ τοιαῦτα ἰδέας κατωνόμασαν˙ ὥστε συμβαίνει αὐτοῖς πάντων καὶ ὅλως ὧν οὐ βούλονται ἰδέας εἶναι.
SYRIAN. in Aristot. mataph. p. 104, 15-105, 12:
τὸ δὲ μὴ εἶναι τῶν ῥεόντων ἐπιστήμην οὐ μόνον Πλάτωνι καὶ Σωκράτει καὶ τοῖς Πυθαγορείοις, ἀλλὰ καὶ αὐτῷ δοκεῖ τῷ ταῦτα γράφοντι [.....] ἀλλ' ἵνα τὰ πολλὰ παρῶ, τὸ Δημόκριτον μὲν μόνον ἐπὶ βραχὺ τῆς ὁριστικῆς ἧφθαι, τοὺς δὲ Πυθαγορείους ἀντὶ τῶν ὅρων ὀνόματα τίθεσθαι τοῖς πράγμασιν ἀριθμῶν, τὸν μὲν καιρὸν ἑπτάδα, τὸ δὲ δίκαιον πεντάδα, τὸν δὲ γάμον ἑξάδα καλοῦντας, τὸ Σωκράτει τὴν μὲν ἀρχὴν τῆς ἀποδεικτικῆς ἐπιστήμης ἀπονεῖμαι, μὴ πᾶσαν δὲ τὴν θείαν καὶ ἀναγωγὸν τῶν ψυχῶν διαλεκτικήν, τὸ τὴν κατ' αὐτὸν διαλεκτικὴν * * ὁ Πλάτων καλεῖ μὴ ἔχειν ἐπὶ Σωκράτους καὶ Πλάτωνος ἰσχὺν τῶν πάντας καταγωνισαμένων τοὺς παραλογιστικοὺς καὶ διαστρόφους σοφιστάς - ἵν' οὖν ταῦτα παρῶ, ἐπεὶ μηδ' αὐτὸς προηγούμενον νυνὶ περὶ αὐτῶν λόγον κατεβάλλετο, τὸ ἐπὶ πᾶσι τούτοις ῥηθέν, λέγω δὲ τὸ Σωκράτη μὲν διὰ τοὺς ὁρισμοὺς ἐπὶ τὰ καθόλου ἐλθεῖν καὶ ταῦτα ποιεῖν ἀχώριστα, Πλάτωνα δὲ τὴν Σωκράτους ἀγνοήσαντα ἢ παραβαίνοντα τῶν καθόλου χρῆσιν ἐξῃρημένην αὐτοῖς οὐσίαν παρασχεῖν, τῶν εἰρημένων ἁπάντων εἶναί μοι δοκεῖ τὸ σχετλιώτατον˙ οὔτε γὰρ Σωκράτης τὰ ὁριστὰ μόνα ᾤετο εἶναι καθόλου, ἀλλὰ πρὸ τούτων ἔτι τοὺς ἐν τῇ ψυχῇ λόγους, ὡς δηλοῖ Πλάτων ἔν τε Φαίδρῳ καὶ Φαίδωνι καὶ ποῦ γὰρ οὐχί, δίκαιος ὢν καὶ ἀξιοπιστότατος ἀνθρώπων ἁπάντων τὰ Σωκράτους ἡμῖν ἀπαγγέλλειν˙ οὔθ' ὁ παρ' ἐκείνου τὴν φιλοσοφίαν ὑποδεξάμενος ἢ παρέβη ἄν τι τῶν ὑπὸ τοῦ διδασκάλου διατεταγμένων ἢ παραβαίνων αὐτῷ ἐκείνῳ περιετίθει τὰ μηδὲν αὐτῷ προσήκοντα δόγματα, μᾶλλον δὲ τὰ ὑπεναντίως ἔχοντα πρὸς τὴν ἐκείνου πραγματείαν. νυνὶ δὲ καὶ ἐν Πολιτείᾳ κατὰ τὸ δέκατον βιβλίον παραδέδωκεν αὐτὸν τὰ χωριστὰ εἴδη τὰ ἐν τῷ θείῳ κείμενα πρεσβεύοντα, καὶ ἐν Φαίδρῳ καθορᾶν τὰς ἀναγομένας ψυχὰς λέγοντα αὐτὴν μὲν δικαιοσύνην, αὐτὴν δὲ σωφροσύνην καὶ ἔτι αὐτὴν ἐπιστήμην, καὶ ἐν Φαίδωνι διὰ τῆς τῶν εἰδῶν ὑποθέσεως τῶν χωριστῶν τὴν ἀθανασίαν τῆς ψυχῆς κατασκευάζοντα. καὶ οὐδὲ ἀπὸ Σωκράτους ἦρχθαι ταύτην τὴν θεωρίαν φησὶν ὁ φιλόσοφος, ἀλλ' ἄνωθεν ἀπὸ Πυθαγόρου καὶ τῶν ἀρχηγετῶν τοῦ Ἐλεατικοῦ διδασκαλείου.