I B 24

ARISTOT. metaph. Α 6. 987 b 1-6:
Σωκράτους δὲ περὶ μὲν τὰ ἠθικὰ πραγματευομένου περὶ δὲ τῆς ὅλης φύσεως οὐθέν, ἐν μέντοι τούτοις τὸ καθόλου ζητοῦντος καὶ περὶ ὁρισμῶν ἐπιστήσαντος πρώτου τὴν διάνοιαν, ἐκεῖνον ἀποδεξάμενος διὰ τὸ τοιοῦτον ὑπέλαβεν [scil. Plato] ὡς περὶ ἑτέρων τοῦτο γιγνόμενον καὶ οὐ τῶν αἰσθητῶν.
ALEX. in Aristot. metaph. p. 49, 18-50,9:
ἐξῆς τὴν Πλάτωνος ἐκτίθεται [scil. Aristoteles] δόξαν, καὶ τὰ μὲν πολλά φησι τοῖς Πυθαγορικοῖς αὐτὸν ἀκολουθῆσαι, τὰ δὲ καὶ ἰδίᾳ θέσθαι [.....] Σωκράτους δὲ ἐν τοῖς ἠθικοῖς πεπραγματευμένου καὶ τὸ καθόλου ζητοῦντος (διαλαμβάνων γὰρ περὶ καλοῦ ἤ τινος ἄλλου ἐζήτει καθόλου τί τὸ καλόν ἐστιν, οὐ τόδε τὸ καλὸν λαμβάνων), καὶ ὁρίζεσθαι τὸ προκείμενον ἀεὶ πειρωμένου - λέγει δὲ περὶ Σωκράτους ὡς μὴ πραγματευσαμένου περὶ τῶν φυσικῶν˙ πῶς δὲ λέγει Σωκράτην πρῶτον ἐπιστῆσαι περὶ ὁρισμῶν, εἴ γε καὶ οἱ Πυθαγόρειοι ταὐτὸν ἐπειρῶντο ποιεῖν, ὡς προείρηκεν, ὄντες αὐτοῦ πρεσβύτεροι; ἢ ὅτι ἐκεῖνοι, ὡς εἶπε, μαλακῶς καὶ ἀμεθόδως - ἀποδεξάμενος οὖν Σωκράτους τὴν περὶ τοὺς ὁρισμούς τε καὶ τὸ καθόλου πραγματείαν, ὑπέλαβε τούτους ἑτέρων τινῶν γίγνεσθαί τε καὶ εἶναι φύσεων καὶ οὐ τῶν αἰσθητῶν τινος, κτλ. eadem fere refert ASCLEP. in Aristot. mataph. p. 45, 16-31.