II O 21

II O 21 ATHEN. X 422 D:
Στίλπων δ' οὐ κατεπλάγη τὴν ἐγκράτειαν καταφαγὼν σκόροδα καὶ κατακοιμηθεὶς ἐν τῷ τῆς Μητρὸς τῶν θεῶν ἱερῷ˙ ἀπείρητο δὲ τῷ τούτων τι φαγόντι μηδὲ εἰσιέναι. ἐπιστάσης δὲ αὐτῷ τῆς θεοῦ κατὰ τοὺς ὕπνους καὶ εἰπούσης ὅτι "φιλόσοφος ὤν, ὦ Στίλπων, παραβαίνεις τὰ νόμιμα," καὶ τὸν δοκεῖν ἀποκρίνασθαι [κατὰ τοὺς ὕπνους]˙ "σὺ δέ μοι πάρεχε ἐσθίειν καὶ σκορόδοις οὐ χρήσομαι."