II O 18

II O 18 ATHEN. XIII 584 A:
κατηγοροῦντος γοῦν ποτε Στίλπωνος Γλυκέρας παρὰ πότον ὡς διαφθειρούσης τοὺς νέους, ὥς φησι Σάτυρος ἐν τοῖς βίοις [fr. 19 F.H.G. III p. 164], ὑποτυχοῦσα ἡ Γλυκέρα "τὴν αὐτήν, ἔφη, ἔχομεν αἰτίαν, ὦ Στίλπων˙ σέ τε γὰρ λέγουσιν διαφθείρειν τοὺς ἐντυγχάνοντάς σοι ἀνωφελῆ καὶ ἐριστικὰ σοφίσματα διδάσκοντα, ἐμέ τε ὡσαύτως 〈ἐρωτικά〉. μηθὲν οὖν διαφέρειν ἐπιτριβομένοις καὶ κακῶς πάσχουσιν [ἢ] μετὰ φιλοσόφου ζῆν ἢ ἑταίρας."