II O 13

II O 13 DIOG. LAERT. II 100:
δοκεῖ [scil. Theodorus cyrenaicus: cf. IV H 13] δὲ θεὸς κληθῆναι, Στίλπωνος αὐτὸν ἐρωτήσαντος οὕτως, "ἆρά γε, Θεόδωρε, ὃ φῂς εἶναι, τοῦτο καὶ εἶ;" ἐπινεύσαντος δέ, "φῂς δ' εἶναι θεόν;" τοῦ δ' ὁμολογήσαντος, "θεὸς εἶ ἄρα," ἔφη. δεξαμένου δ' ἀσμένως, γελάσας φησίν, "ἀλλ', ὦ μόχθηρε, τῷ λόγῳ τούτῳ καὶ κολοιὸς ἂν ὁμολογήσειας εἶναι καὶ ἄλλα μυρία."