II O 12

II O 12 DIOG. LAERT. II 116:
τοῦτόν [scil. Stilponem] φασιν περὶ τῆς Ἀθηνᾶς τῆς τοῦ Φειδίου τοιοῦτόν τινα λόγον ἐρωτῆσαι˙ "ἆρά γε ἡ τοῦ Διὸς Ἀθηνᾶ θεός ἐστι;" φήσαντος δέ, "ναί," "αὕτη δέ γε," εἶπεν, "οὐκ ἔστι Διός, ἀλλὰ Φειδίου˙" συγχωρουμένου δέ, "οὐκ ἄρα," εἶπε, "θεός ἐστιν." ἐν ᾧ καὶ εἰς Ἄρειον πάγον προσκληθέντα μὴ ἀρνήσασθαι, φάσκειν δ' ὀρθῶς διειλέχθαι˙ μὴ γὰρ εἶναι αὐτὴν θεόν, ἀλλὰ θεάν˙ θεοὺς δὲ εἶναι τοὺς ἄρρενας. καὶ μέντοι τοὺς Ἀρεοπαγίτας εὐθέως αὐτὸν [8] κελεῦσαι τῆς πόλεως ἐξελθεῖν. ὅτε καὶ Θεόδωρον τὸν ἐπίκλην θεὸν [cf. IV H 4] ἐπισκώπτοντα εἰπεῖν, "πόθεν δὲ τοῦτ' ᾔδει Στίλπων; ἢ ἀνασύρας αὐτῆς τὸν κῆπον ἐθεάσατο;" ἦν δ' ἀληθῶς οὗτος μὲν θρασύτατος˙ Στίλπων δὲ κομψότατος.