II O 6

II O 6 DIOG. LAERT. II 117-119:
Κράτητος γοῦν αὐτὸν [scil. Stilponem] ἐρωτήσαντος εἰ οἱ θεοὶ χαίρουσι ταῖς προσκυνήσεσι καὶ εὐχαῖς, φασὶν εἰπεῖν, "περὶ τούτων μὴ ἐρώτα, ἀνόητε, ἐν ὁδῷ, ἀλλὰ μόνον." τὸ δ' αὐτὸ καὶ Βίωνα [ = fr. 25 Kindstrand] ἐρωτηθέντα εἰ θεοί εἰσιν εἰπεῖν˙
οὐκ ἀπ' ἐμοῦ σκεδάσεις ὄχλον, ταλαπείριε πρέσβυ;
ἧν δ' οὖν ὁ Στίλπων καὶ ἀφελὴς καὶ ἀνεπίπλαστος πρός τε τὸν ἰδιώτην εὔθετος. Κράτητος γοῦν ποτε τοῦ κυνικοῦ πρὸς μὲν τὸ ἐρωτηθὲν οὐκ ἀποκριναμένου, ἀποπαρδόντος δέ, "ᾔδειν," ἔφη, "ὡς πάντα μᾶλλον φθέγξῃ ἢ ἃ δεῖ." (118) ἀλλὰ καὶ ἰσχάδα προτείναντος αὐτῷ ποτε καὶ ἐρώτημα, δεξάμενον καταφαγεῖν˙ τοῦ δέ, "ὦ Ἡράκλεις, "εἰπόντος, [13] "ἀπολώλεκα τὴν ἰσχάδα˙" "οὐ μόνον," ἔφη, "ἀλλὰ καὶ τὸ ἐρώτημα, οὗ ἦν ἀρραβὼν ἡ ἰσχάς. "πάλιν δὲ ἰδὼν τὸν Κράτητα χειμῶνος συγκεκαυμένον, "ὦ Κράτης," ἔφη, "δοκεῖς μοι χρείαν ἔχειν ἱματίου καινοῦ. "[ὅπερ [15] ἦν νοῦ καὶ ἱματίου.] καὶ τὸν ἀχθεσθέντα παρῳδῆσαι εἰς αὐτὸν οὕτω [fr. 1 = V H 67]
καὶ μὴν Στίλπων' εἰσεῖδον χαλέπ' ἄλγε' ἔχοντα
ἐν Μεγάροις, ὅθι φασὶ Τυφωέος ἔμμεναι εὐνάς.
ἔνθα τ' ἐρίζεσκεν, πολλοὶ δ' ἀμφ' αὐτὸν ἑταῖροι˙
τὴν δ' ἀρετὴν παρὰ γράμμα διώκοντες κατέτριβον.
(119) [. . . .] φασὶ δ' αὐτὸν ὁμιλοῦντα Κράτητι μεταξὺ σπεῦσαι ἰχθῦς πρίασθαι˙ τοῦ δ' ἐπισπωμένου καὶ φάσκοντος, "καταλείπεις τὸν λόγον;" "οὐκ ἔγωγε," ἔφη, "ἀλλὰ τὸν μὲν λόγον ἔχω, σὲ καταλείπω˙ ὁ μὲν γὰρ λόγος περιμενεῖ, τὸ δ' ὄψον πεπράσεται." [cf. HESYCH. MILES. de vir. illustr. 61].